Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.124 Joseph. AJ 9.128 (English) >>Joseph. AJ 9.132

9.126ταῦτα δὲ γράφει διάπειραν βουλόμενος λαβεῖν τῆς τῶν Σαμαρέων διανοίας. ἀναγνόντες δὲ τὰ γράμματα οἵ τε ἄρχοντες καὶ οἱ παιδαγωγοὶ κατέδεισαν, καὶ λογισάμενοι μηδὲν δύνασθαι ποιεῖν πρὸς τοῦτο, δύο γὰρ μεγίστων ἐκράτησε βασιλέων, ἀντέγραψαν ὁμολογοῦντες αὐτὸν ἔχειν δεσπότην καὶ ποιήσειν ἂν κελεύῃ. 9.127 δὲ πρὸς ταῦτα ἀντέγραψεν αὑτῷ τε ὑπακούειν κελεύων καὶ τῶν Ἀχάβου παίδων τὰς κεφαλὰς ἀποτεμόντας πέμψαι πρὸς αὐτόν. οἱ δὲ ἄρχοντες μεταπεμψάμενοι τοὺς τροφεῖς τῶν παίδων προσέταξαν ἀποκτείνασιν αὐτοὺς τὰς κεφαλὰς ἀποτεμεῖν καὶ πέμψαι πρὸς Ἰηοῦν. οἱ δʼ οὐδὲν ὅλως φεισάμενοι τοῦτο ἔπραξαν καὶ συνθέντες εἴς τινα πλεκτὰ ἀγγεῖα τὰς κεφαλὰς ἀπέπεμψαν εἰς Ἰεζέρελαν. 9.128κομισθεισῶν δὲ τούτων ἀγγέλλεται μετὰ τῶν φίλων δειπνοῦντι τῷ Ἰηοῦ, ὅτι κομισθεῖεν αἱ τῶν Ἀχάβου παίδων κεφαλαί. δὲ πρὸ τῆς πύλης ἐξ ἑκατέρου μέρους ἐκέλευσεν ἐξ αὐτῶν ἀναστῆσαι βουνούς. 9.129γενομένου δὲ τούτου ἅμα ἡμέρᾳ πρόεισιν ὀψόμενος καὶ θεασάμενος ἤρξατο πρὸς τὸν παρόντα λαὸν λέγειν, ὡς αὐτὸς μὲν ἐπὶ τὸν δεσπότην στρατεύσαιτο τὸν αὑτοῦ κἀκεῖνον ἀποκτείνειε, τούτους δὲ οὐκ αὐτὸς ἀνέλοι· γινώσκειν δὲ αὐτοὺς ἠξίου περὶ τῆς Ἀχάβου γενεᾶς, ὅτι πάντα κατὰ τὴν τοῦ θεοῦ προφητείαν γέγονε καὶ οἶκος αὐτοῦ, καθὼς καὶ Ἠλίας προεῖπεν, ἀπόλωλε.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.124 Joseph. AJ 9.128 (English) >>Joseph. AJ 9.132

Powered by PhiloLogic